Ancient Greek · ~2 min
ΛΟΓΟΣ Γ, Chapter 12
Gelasius, Historia Ecclesiastica 12.10
Not analysed yet
Καὶ δὴ ἡ μὲν Κωνσταντία τὸν ἀνθρώπειον ὑπεξέρχεται βίον· ὅ γε μὴν πρεσβύτερος ἐκεῖνος ἐν τοῖς βασιλείοις εἰσέδυ, ὁ γὰρ δὴ ἡμερώτατος καὶ θεοφιλέστατος βασιλεὺς τῇ Κωνσταντίᾳ τοῦτο ποιεῖν ὑποσχόμενος, μετὰ ταῦτα πεπληρωκε τὴν υποσχεσιν κοὶ θαμὰ φοιτᾶν παρ’ αὐτὸν ἐκελεύετο, παρρησίας τε ὅτι μάλιστα πλείστης αὐτῷ ὁ βασιλεὺς μετἐδωκε, καὶ λίαν ἐν τοῖς οἰκειοτάτοις τοῦ χριστοφόρου βασιλέως Κωνσταντίνου ὑπῆρχε.