Ancient Greek · ~2 min
ΛΟΓΟΣ Γ, Chapter 12
Gelasius, Historia Ecclesiastica 12.9-2
Not analysed yet
καὶ τέως μὲν ἐπιβῆναι τὸν Ἄρειον τῇ Ἀλεζαδρείαι καὶ τῇ Αἰγύπτῳ ἐκώλυσεν, ἀνεθῆναι δὲ αὐτὸν εὐθέως τῆς ἐζορίας ἐκέλευσε διὰ τὴν τῆς Κωνοταντίας τῆς αὐτοῦ ἀδελφῆς παράκλησιν. παρθετο δὲ αὐτῷ ἡ Κωνσταντία καὶ τὸν πρεσβύτερον ἐκεῖνον τὸν κατὰ Ἄρειον πείθεσθαι αὐτῷ τὸν βασιλέα παρακαλέσασα καὶ τοῖς ὑπ᾿ αὐτοῦ λεγομένοις ἥδεσθαι· »ὡς ἔχουσα πεῖραν αὐτοῦ τῆς ὀρθότητος, σοὶ τοῦτον, εὐσεβέστατε βασιλεῦ, παρακατατίθημι«.