Ancient Greek · ~2 min
ΛΟΓΟΣ Γ, Chapter 12
Gelasius, Historia Ecclesiastica 12.6
Not analysed yet
Μετ᾿ οὐ πολὺ δὲ ἀσθενείᾳ χαλεπωτάτῃ περιέπεσεν, ἐν ᾗ καὶ ἐτελεύτησε. γνοὺς τοίνυν ὁ εὐσεβέστατος βασιλεὺς Κωνσταντῖνος παρεγένετο σπουδαίως πρὸς αὐτὴν ἐπισκεψόμενος αὐτήν. καὶ γὰρ μετὰ τὴν τοῦ ἀσεβοῦς ἀνδρὸς αὐτῆς τελευτὴν καὶ τὴν τῆς θεοφιλεστάτης καὶ ἀοιδίμου Ἑλένης τῆς μητρὸς αὐτῶν εἰς τὸν ἄλυπον βίον μετάστασιν πάσης αὐτὴν κηδεμονίας ἠξίου ὁ πανεύφημος οὗτος καὶ πιστότατος βασιλεύς, καὶ τῶν τῆς χηρείας ἢ ὀρφανίας ὀδυνηρῶν πεῖραν αὐτὴν λαβεῖν οὐκ ἐφῆκέν. οὗ καὶ χάριν καὶ παρ᾿ αὐτὴν τὴν τελευτὴν τὴν ἁρμόττουσαν αὐτῇ καὶ ἀπὼν καὶ παρὼν παρεῖχε θεραπείαν.