Ancient Greek · ~2 min
ΛΟΓΟΣ Γ, Chapter 12
Gelasius, Historia Ecclesiastica 12.5
Not analysed yet
ἡ δὲ Κωνσταντία ἐπίστευσε τοῖς λεγομένοις αὐτῇ παρ’ αὐτοῦ, μάλιστα ἀκούσασα πὰρ αὐτοῦ ὁμόφρονα εἶναι τὸν Ἄρειον Ἀλεξάνδρου τοῦ ἐπισκόπου Ἀλεξανδρείας, ζήλῳ δὲ τῆς παρὰ τῶν πολλῶν εὐκληρίας μάτην αὐτῷ ἐναντιοῦσθαι τὸν πάπαν Ἀλέξανδρον. γίνεται οὖν εἰσδεξαμένην τὴν Κωνσταντίαν τὰ τῆς τοῦ κατὰ Ἄρειον πρεσβυτέρου ἀπάτης ῥήματα ἡσθῆναι μὲν αὐτὴν ἐπὶ τοῖς εἰρημένοις καὶ πλείονος τὸν πρεσβύτερον ἐκεῖνον ἀξιῶσαι τιμῆς κοὶ ἐν τοῖς οἰκειοτάτοις ἔχειν αὐτόν.