Ancient Greek · ~6 min
13.11 to 13.15
Gelasius, Historia Ecclesiastica 13.11-15
Not analysed yet
ὁ δὲ φιλόσοφος ὡς ὂν μηδεπώποτε πεῖραν λόγων εἰς ἀντίθεσιν ἐσχηκὼς ἀπηνεώθη, καὶ ὡς κωφὸς ἢ ἄλαλος οὕτως ἀπεσιώπησε· τοῦτο μόνον οἰκτρᾷ λίαν τῇ φωνῇ πρὸς αὐτὸν εἰρηκὼς ὅτι »κἀμοὶ ταῦτα οὕτως ἔχειν δοκεῖ καὶ μηδὲν ἕτερον εἶναι ἢ πάντα καθὼς προείρηκας‘. ὁ δὲ γέρων πρὸς αὐτὸν ἴφη· εἰ ταῦτα οὕτως ἔχειν πιστεύεις. ὦ φιλόσοφε. ἀναστὰς ἀκολούθει μοι καὶ ἐπὶ τὴν ἐκκλησίαν σπουδάσωμεν, ἐν ᾗ λήψῃ τὸ σημεῖον ταύτης τῆς πίστεως«. ὁ δὲ φιλόσοφος μεταβαλὼν ὅλον ἑαυτὸν πρὸς τὴν ἀΜῆ εἰς τὸν τῶν ὅλων θεὸν εὐσέβειαν, ἀιαστὰς ἠκολούθει τῷ γέροντι καὶ ἐπιστραφεὶς λέγει τοῖς μαθηταῖς αὐτοῦ καὶ πᾶσι τοῖς συνελθοῦσιν εἰς τὴν ἀκρόασιν »ἀκούσατε, φησίν, ὠ ἄνδρες, ἴως ὅτε λόγων ἐποιούμην σπουδήν, λόγους λόγοις ἀντετίθουν καὶ τὰ προσ- φερόμενα τέχνῃ τοῦ λέγειν ἀνέτρεπον· ὅτε δὲ ἀντὶ λόγων δύναμίς τις θεία ἐκ τοῦ στόματος τοῦ ζητοῦντος προελήλυθεν, οὐκ ἴσχυσαν οἱ λόγοι λοιπὸν τῇ δυνάμει ἀντιτάξασθαι —οὔτε γὰρ ἄνθρωπος θεῷ οἷός τέ ἐστιν ἀντιστήσεσθαι. διά τοι τοῦτο εἴ τις ὑμῶν δύναται συνιέναι, ὡς ἐγὼ νενόμικα, πιστεύσει εἰς Χριστὸν καὶ ἀκολουθησάτω τούτῳ τῷ γέροντι, ἐν ᾧ ἐλάλησεν ὁ θεός‘. τοῦτον τὸν τρόπον ἀναλαβὼν ὁ φιλόσοφος φωτισθείς τε καὶ γενόμενος Χριστιανὸς ἔχαορεμ ἡττηθεὶς ὑπὸ τοῦ γέροντος· τούτου δὲ τοῦ φιλοσόφου βαπτισθέντος καὶ τῇ τοῦ θεοῦ ἐκκλησίᾳ συναφθέντος καὶ διαναπαυομένου καὶ ἀγαλλιῶντος ἐπὶ τοῖς μεγαλείοις τοῦ θεοῦ, ἡ σύνοδος ἔχαιρεν. Ἀντίρρησις ἑτέρου φιλοσόφου τοὔνομα Φαίδωνος ποιουμένου καὶ αὐτοῦ τοὺς λόγους ὑπὲρ τοῦ θεομάχου Ἀρείου καὶ τῆς ἐφευρεθείσης ὑπ’ αὐτοῦ βλασφημίας.