Ancient Greek
ΛΟΓΟΣ Bݲ, Chapter 13
Gelasius, Historia Ecclesiastica 13.10
Not analysed yet
τοῦτον τὸν λόγον, ὠ φιλόσοφε, θεοῦ υἱὸν ἡμεῖς εἰδότες προσκυνοῦμεν, πιστεύοντες διὰ τὴν ἡμετέραν ἀπολύτρωσιν ἐκ παρθένου αὐτὸν σεσαρκῶσθαι καὶ τετέχθαι καὶ ἐνηνθρωπηκέναι καὶ διὰ τοῦ τῆς σαρκὸς αὐτοῦ πάθους τοῦ ἐν τῷ σταυρῷ καὶ τοῦ θανάτου ἐλευθερωκέναι αὐτὸν ἡμᾶς ἐκ τῆς αἰωνίου κατακρίσεως διά τε τῆς ἀναστάσεως αὐτοῦ ζωὴν ἡμῖν αὐτὸν αἰώνιον περιποιεῖσθαι· ὃν καὶ εἰς οὐρανοὺς ἀνελθόντα ἐλπίζομεν πάλιν ἐλεύσεσθαι κριτήν τε ἔσεσθαι περὶ πάντων ὡν διεπραξάμεθα. πιστεύεις τούτοις, ὦ φιλόσοφε«;