Ancient Greek · ~3 min
13.18 to 13.22
Gelasius, Historia Ecclesiastica 13.18-22
Not analysed yet
ταῦτα ἐνωμότως τοῦ Ἀρείου εἰπόντος, εἰς ἔκστασιν τὸν θεοφιλέστατον καὶ ἐπιεικέστατον βασιλέα ἤγαγεν, ὥστε αὐτὸν εὐθὺς καὶ παραχρῆμα εἰς Ἀλεξάνδρειαν μετὰ τιμῆς ἐκπέμψαι τὸν Ἄρειον. καταλαβόντα οὐν αὐτὸν τὴν Ἀλεξάνδρειαν ὁ ἐκπέμψαι οὐκ ἐδέχετο αὐτόν, αὐτὸν Ἀθανασίου, ὡς μῦσος γὰρ αὐτὸν ἐξετρέπετο. τότε δὴ οἱ περὶ Εὐσέβιον αὐτοί τε ἔγραφον ὑπὲρ Ἀρείου καὶ τὸν βασιλέα γράφειν ἐπιπληκτικώτερον Ἀλεξάνδρῳ καὶ Ἀθανασίῳ παρεσκεύαζον. Ἀθανάσιος μὲν οὖν πάντη τὸ σέξασθαι Ἄρειον καὶ τοὺς σὺν αὐτῷ ἀπηγόρευε καὶ τὸν βασιλέα γράφων σὺν τῷ ἐπισκόπῳ ἐδίδασκεν, ἀδύνατον εἶναι λέγων τοὺς ἅπαξ τὴν πίστιν ἀθετήσαντας καὶ ὑπὸ τοσαύτης ἁγίας συνόδου καὶ τῆς σῆς θεοφιλοῦς εὐσεβείας ἀναθεματισθέντας καὶ κατακριθέντας αὐθις ἐξ ἐπιστροφῆς προσλαμ- βάνεσθαι. τότε ὁ βασιλεὺς βαρέως ἐνεγκὼν καὶ εἰς ὀργὴν ὑπὸ τῶν περὶ τὸν Εὐσέβιον τὸν Νικομηδέα κινηθεὶς τάδε Ἀθανασίῳ γράφων ἠπείλησεν· Μέρος τῆς πρὸς Ἀθανάσιον ἐπιστολῆς τοῦ βασιλέως.