Ancient Greek
ΛΟΓΟΣ Γ, Chapter 13
Gelasius, Historia Ecclesiastica 13.17
Not analysed yet
δέχεται οὖν αὐτὸν σὺν Εὐξωΐῳ εἰς πρόσωπον καὶ διεπυνθάνετο παρ’ αὐτῶν ὁ βασιλεύς, εἰ τῇ ἐν τῇ Νικαέων παρὰ τῶν τριακοσίων ἁγίων πατέρων ἐκτεθείσῃ πίστει συντίθενται ὁ δὲ Ἄρειος ἐνωμότως ἔλεγεν οὕτως ἀεὶ πεπιστευκέναι καὶ πιστεύειν, καθὼς καὶ οἱ ἐν Νικαίᾳ ἅγιοι ἡμῶν πατέρες, καὶ πάντες δὲ οἱ σὺν ἡμῖν οὕτως πιστεύουσιν —ἔλεγε δὲ τοὺς περὶ Εὐσέβιον τὸν Νικομηδέα καὶ Θεόγνιον τὸν αὐτῆς Νικαίας, ὥσπερ εὐορκῶν πρὸς ἀπάτην καὶ πειθὼ τῆς τοῦ φιλοχρίστου βασιλέως ἁπλότητος.