Ancient Greek · ~5 min
13.2 to 13.6
Gelasius, Historia Ecclesiastica 13.2-6
Not analysed yet
καὶ ὑπὲρ τούτων τῶν μιαρῶν δογμάτων Ἀρείου πολὺς ἠν αὐτῶ ὁ ἀγὼν καὶ αἱ τῶν λόγων νιφάδες, λυττῶντος αὐτοῦ κατὰ τοῦ υἱοῦ τοῦ θεοῦ καὶ κατατρέχοντος τοῦ τῶν ἁγίων ἱερέων ἐκείνων χοροῦ, λαλοῦντος ἐν αὐτῷ καὶ δι᾿ αὐτοῦ τοῦ τῆς τῶν ἀνθρώπων σωτηρίας ἐχθροῦ· οἱ δὲ τῆς ἀλη- θείας ὑπέρμαχοι, οἱ ἡμέτεροι ἐπίσκοποι, τὰς ὀφειλομένας καὶ πρεπού- σας ὑπὲρ τῶν ἀποστολικῶν δογμάτων ἀντιθέσεις ἀταράχως τῷ φιλοσόφῳ προσέφερον, τὸν μέγαν προφήτην ὁμοῦ καὶ βασιλέα Δαυῒδ μιμούμενοι λέγοντα· ἡτοιμάσθην, καὶ οὐκ ἐταράχθην«, πάσας γὰρ τὰς τοῦ φιλοσόφου πολυπλόκους προτάσεις ὡς πυρὶ τῷ θείῳ λόγῳ στυππείου δίκην κατανήλισκον. ἀλλὰ καὶ οὕτως ὁ φιλόσοφος τῇ τῶν λόγων διαβολικῇ εὐτεχνίᾳ θαρρῶν τὴν διὰ τῶν ἐπισκόπων ἀλήθειαν κηρυττομένην ἀντιτοξεύειν ἐνίστατο, εὐ μάλα ῥᾷστα πᾶσι τοῖς ἐπαγομένοις αὐτῷ, ὡς ᾤετο, προσφερόμενος, ἐπιλύειν τε ἐβιάζετο τὰ κινούμενα δίκην ἐγχέλους· έν οἷς Κὰρ ἐδόκει ἑαυτῷ συνίστασθαι, διολισθαίνων τῶν ἐπικρατεστέρων αὐτῷ προσφερομένων νοημάτων ἐκ τῶν οἰκείων ῥημάτων ἁλισκόμενος συγκατέπιπτεν. ἀλλὰ καὶ οὕτως κορυβαντιῶν ἀλαζονικῶς κατὰ τῆς εἰρηνικωτάτης συνόδου ἐφέρετο, ἐλπίζων νικᾶν τοῦ ἐν αὐτοῖς ἀηττήτου πνεύματος Χριστοῦ τὴν ἀκαταμάχητον δύναμιν· ἀλλ᾿ ἵνα δείξῃ ὁ θεὸς »ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αύτῶν«, ὅτι »οὐκ ἐν λόγῳ ἡ βασιλεία αὐτοῦ ἀλλ’ ἐν δυνάμει« συνίσταται, δι᾿ ἑνὸς τῶν ἐκεῖσε δούλων αὐτοῦ τὸν ἐν τῷ φιλοσόφῳ λαλοῦντα πονηρὸν δαίμονα ἰσχυρῶς κατεσίγασεν οὐ μόνον ἀλλὰ καὶ ἐξέβαλεν.