Ancient Greek · ~2 min
ΛΟΓΟΣ Bݲ, Chapter 13
Gelasius, Historia Ecclesiastica 13.1
Not analysed yet
Εἷς δέ τις τῶν μισθωτῶν Ἀρείου φιλόσοφος, λίαν παρὰ πάντας τοὺς ἄλλους θαυμαζόμενος, πολλὰ καὶ πάμπολλα ὑπὲρ Ἀρείου πρὸς τοὺς ἐπισκόπους τοὺς ἡμετέρους διετείνετο ἐπὶ πλείστας ὅσας ἡμέρας, ὥστε γίνεσθαι ἐφ’ ἑκάστης ἐκ τῆς διὰ τῶν λόγων συμβολῆς μεγάλην ἀκρόασιν, τοῦ πλήθους τῶν συνερχομένων ἐπισυγχέοντος, τοῦ δὲ φιλοσόφου κατὰ τῶν παρὰ τῆς ἁγίας συνόδου λεγομένων τὰς ἀσεβεῖς Ἀρείου βλασφημίας προβαλλομένου, λέγοντος περὶ τοῦ υἱοῦ τοῦ θεοῦ τὸ ἦν ποτε ὅτε οὐκ ἦν« καὶ ὅτι »κτίσμα καὶ ποίημα ἐξ οὐκ ὄντων καὶ ἐξ ἑτἐρας οὐσίας καὶ ὑποστάσεώς ἐστι«·