Ancient Greek
13.5 to 13.6
Gelasius, Historia Ecclesiastica 13.5-6
Not analysed yet
ἄτοπον >γὰρ ἂν εἴη τοῦ δοκοῦντος ὑπευθύνου ἀνεθέντος ἡμᾶς >διδόντας καθ’ ἑαυτῶν διὰ τῆς σιωπῆς, ὡς προειρήκαμεν, >τοὺς ἐλέγχους. καταξιώσατε οὐν, παρακαλοῦμεν, ὡς ἁρμόζει >φιλοχρίστῳ ὑμῶν ὁσιότητι, ὑπομνῆσαι περὶ τούτου τὸν >τον ἡμῶν βασιλέα καὶ τὰς δεήσεις ἡμῶν ἐγχειρίσαι καὶ >βουλεύσασθαι περὶ ἡμῶν τὰ ὑμῖν ἁρμόζοντα ἐφ’ ἡμῖν, ἁγιώτατοι«. Τοῦτο μὲν τῆς παλινῳδίας τὸ βιβλίον Εὐσεβίου καὶ Θεογνίου τῶν προρρηθέντων ἐστίν. ἀπὸ μὲν τῶν ῥημάτων αὐτῶν φαίνονται ὅτι τῇ μὲν ὑπαγορευθείσῃ ἐν τῇ Νικαιέων ὑπὸ τῆς ἐκεῖσε ἁγίας συνόδου πίστει ὑπεσημήναντο χειρὶ μόνῃ, οὐ προθέσει, καθὼς καὶ προαποδέδεικται· τῇ δὲ κατὰ Ἀρείου καθαιρέσει καὶ τῷ κατ’ αὐτοῦ ἀναθεματισμῷ σύμψηφοι γενέσθαι τῇ ἁγίᾳ συνόδῳ οὐκ ἠθέλησαν.