Ancient Greek · ~2 min
ΛΟΓΟΣ Γ, Chapter 13
Gelasius, Historia Ecclesiastica 13.7-2
Not analysed yet
τῆς μέντοι ἐξορίας ἐκ σπουδῆς τῶν τὰς δεήσεις αὐτῶν δεξαμένων ἐπισΚόπων ἀπελύθησαν, καὶ τὰς πρότερον παροικίας αὐτῶν, καθάπερ καὶ ἀνωτέρω μοι εἴρηται, καταλαβόντες καὶ μόνον ὡς εἰπεῖν ταύτας θεασάμενοι, σπουδῇ ὅτι μάλιστα πλείστῃ χρησάμενοι ἐπὶ τὸ στρατόπεδον ὥρμησαν καὶ φθάσαντες τὴν Κωνσταντινούπολιν εἰσπηδᾶν εἰς τὰ βασίλεια κατεθάρρουν, πεποιθότες ταῖς τοῦ πρεσβυτέρου ἐκείνου προστασίαις, οὗπερ ἡ Κωνσταντία τῷ θεοφιλεστάτῳ Κωνσταντίνῳ ὡς γνησία αὐτοῦ ἀδελφὴ παρέθετο, πλείστης ὅσης θεραπείας καὶ τιμῆς ἀξιουμένου παρὰ τοῦ βασιλέως.