Ancient Greek
ΛΟΓΟΣ Bݲ, Chapter 13
Gelasius, Historia Ecclesiastica 13.9
Not analysed yet
ὁ δὲ μὴ ἀνασχόμενος πρόσεισι τῷ φιλοσόφῳ καί φησι πρὸς αὐτόν· ἐν ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ ἀεὶ σὺν τῷ πατρὶ ὄντος θεοῦ λόγου ἄκουσον τὰ τῆς ἀληθείας δόγματα, ὦ φιλόσοφε«. ὁ δὲ πρὸς αὐτόν· »ἐὰν εἴποις«. καὶ ὁ ἅγιος πρὸς αὐτόν· »εἷς ἐστιν ὁ θεός, φησίν, ὁ τὸν οὐρανὸν καὶ τὴν θάλασσαν καὶ τὴν θάλασσαν καὶ τὰ ἐν αὐτοῖς πάντα δημιουργήσας, ὃς καὶ τὸν ἄνθρωπον ἐκ γῆς διαπλάσας ὑπεστήσατο τὰ πάντα τῷ λόγῳ αὐτοῦ καὶ τῷ ἁγίῳ πνεύματι.