Ancient Greek · ~2 min
14.2 to 14.3
Gelasius, Historia Ecclesiastica 14.2-3
Not analysed yet
οὕτως, ὦ φιλόσοφε, ἀλλ᾿ ἢ τὸ εἰπεῖν τὸν θεόν· »ἀρχέτωσαν πάσης τῆς γῆς« καὶ τὸ »κατακυριευσάτωσαν αὐτῆς καὶ πάντων τῶν ἐν αὐτῇ‘ τοῦτο τὸ κύριόν ἐστι τοῦ ποιῆσαι τὸν ἄνθρωπον κατ’ εἰκόνα θεοῦ καὶ ἄρχειν αὐτὸν πάσης τῆς γῆς. ἐπείπερ, ὡς ἄρχει ὁ θεὸς ἁπάσης τῆς τῆς καὶ τῶν ἐν αὐτῇ πάντων, οὕτω καὶ τὸν ἄνθρωπον δεύτερον ἄρχοντα πάσης τῆς γῆς καὶ τῶν ἐν αὐτῇ κατέστησε, τοῦτο εἰναι τὸ »κατ εἰκόνα θεοῦ καὶ καθ’ ὁμοίωσιν‘ γενέσθαι τὸν ἄνθρωπον φημι. ἔτι ἀνταπόκρισις τῶν ἀγίων πατέρων διὰ τοῦ αὐτοῦ ἐπισκόπου Εὐσταθίου εἰς αὐτό· καὶ εἶπεν ὁ θεός·