Ancient Greek · ~2 min
ΛΟΓΟΣ Bݲ, Chapter 14
Gelasius, Historia Ecclesiastica 14.4
Not analysed yet
ποιήσωμεν ἄνθρωπον κατ᾿ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν‘. ἀλλὰ πρὸς τίνα ἔφη, ζητήσωμεν, φιλόσοφε. ἐν τῷ γὰρ εἰπεῖν καὶ εἶπεν ὁ θεός· ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ᾿ ὁμοίωσιν‘ ζήτημα ἐνέβαλε νοῆσαι ἡμᾶς, πρὸς τίνα ἔλεγε τὸ ποιήσωμεν· εἰπὼν εἰπὼν γὰρ καὶ εἶπεν ὁ θεὸς ποιήσωμεν ἄνθρωπον« ἐπήγαγε λέγων »καὶ ἐποίησεν ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον, κατ᾿ εἰκόνα θεοῦ ἐποίησεν αὐτόν, ἄρρεν καὶ θῆλυ ἐποίησεν αὐτούς«.