Ancient Greek · ~2 min
15.14 to 15.15
Gelasius, Historia Ecclesiastica 15.14-15
Not analysed yet
«ἐὰν παρατάξηται ἐπ᾿ ἐμὲ παρεμβολή, οὐ φοβηθήσεται ἡ καρδία μου· ἐὰν ἐπαναστῇ ἐπ᾿ ἐμὲ πόλεμος, ἐν ταύτῃ ἐγὼ ἐλπίζω στέφανον νίκης περιθέσθαι«, δηλαδὴ ποθήσας λαβεῖν παρὰ κυρίου τοῦ καὶ πρὸς αὐτὸν εἰρηκότος· »θάρσει, καὶ μὴ φοβοῦ· ὅτι ἐγώ εἰμι μετὰ σοῦ, καὶ οὐ προσθήσει τις τοῦ κακῶσαί σε«. Ἐπειδὴ οὖν τὰ πολλὰ τῶν συμβηκότων αὐτῷ ὑφηγήσασθαι φεύγομεν, μήπως κόπον ἐμποιήσωμεν τοῖς ἐντευξομένοις τῷδε τῷ γράμματι τὸν λόγον μηκύνοντες (ἄπειρα γάρ εἰσιν ἅπερ ὑπέστη διωκόμενος ὑπὸ τῶν ἀσεβεστάτων αἱρετικῶν) ταῖς ἐπισημοτέραις αὐτοῦ πράξεσιν ἀρκεσθησόμεθα, αἳ καὶ παρὰ πᾶσι τοῖς γνωρίμοις τοῦ ἀνδρὸς ᾄδονται.