Ancient Greek · ~2 min
ΛΟΓΟΣ Γ, Chapter 15
Gelasius, Historia Ecclesiastica 15.16
Not analysed yet
Παραυτὰ γὰρ εὐθὺς προστάντος αὐτοῦ, ὥσπερ ἔφαμεν, τῆς ἐκκλησίας, οἰ περὶ Εὐσέβιον τὸν Νικομηδείας ἀπεχθῶς λίαν πρὸς αὐτὸν τὸν Ἀθανάσιον ἔχοντες, τότε δὴ καιρὸν εὔκαιρον τοῦ ἰδίου σκοποῦ τὴν τοῦ βασιλέως κατὰ τοῦ μεγάλου Ἀθανασίου λύπην λαβόντες, ὡς ἐνόμιζον, πάντα κατ᾿ αὐτου τολμῶντες ἐκύκων ἀποκινῆσαι αὐτὸν τῆς ἐπισκοπῆς σπουδάζοντες, καταψηφιζόμενοι τοῦ ἀνδρὸς ὡς ἀναξίως ὑπεισελθόντος τὴν ἱερωσύνην. οὕτω γὰρ μόνως ἤλπιζον τὴν Ἀρειανὴν δόξαν κρατήσειν, εἰ Ἀθανάσιον ἐκποδὼν ποιήσουσι.