Ancient Greek · ~2 min
15.21 to 15.22
Gelasius, Historia Ecclesiastica 15.21-22
Not analysed yet
ὁ δὲ ἀφικόμενος καὶ τὸν βασιλέα θεασάμενος, διήλεγξε τῶν συκοφαντῶν τὸ ψεῦδος καὶ τὸν βασιλέα ἐπληροφόρησε. καὶ γράμμασι βασιλικοῖς ὀχυρωθεὶς μετὰ τιμῆς ὅτι μάλιστα πλείστης τοῦ πιστοτάτου βασιλέως ἐπὶ Ἀλεξάνδρειαν πέμπεται- καὶ τὴν θεόθεν αὐτῷ ἐγχ· ειρισθεῖσαν ἐκκλησίαν κατέλαβε. δηλοῖ δὲ ταῦτα καὶ τὰ τοῦ εὐσεβοῦς βασιλέως γράμματα, ἃ πρὸς τὴν Ἀλεξανδρέων ἐκκλησίαν ἐπέστειλεν, ὡν τὰ τελευταῖα ένθήσω τῇδε τῇ συγγραφῇ.