Ancient Greek · ~2 min
ΛΟΓΟΣ Γ, Chapter 15
Gelasius, Historia Ecclesiastica 15.23
Not analysed yet
Ἀλλ’ ἐμοὶ μηδεὶς τῶν ἐντυγχανόντων τῷδε τῷ συγγράμματι διαμέμψηται ὡς τὴν ὅλην ἐπιστολὴν τῷ τῆσδε ἱστορίας λόγῳ μὴ συνάψαντι. τοὺς γὰρ περὶ τούτων πάντας συγγραφεῖς διερευνησάμενος οὐχ εὗρον ὅλην ὐπ’ αὐτῶν συγγραφεῖσαν. οὐ μὴν δὲ ἀλλὰ γὰρ καὶ ἄλλας πλείστας ὅσας ἐπιστολὰς ὡς ἐν ἐπιτόμῳ φανεράν τινα μοῖραν αὐτῶν ἐν ταῖς ὑπ’ αὐτῶν σπουδασθείσας ἱστορίαις ἐγράφοντο. ὅθεν πλεῖον πάντων ὑμῶν ὑπεραλγῶ περὶ τούτου.