Ancient Greek · ~2 min
ΛΟΓΟΣ Bݲ, Chapter 15
Gelasius, Historia Ecclesiastica 15.3
Not analysed yet
ἐπείπερ ἀεὶ πατὴρ ὁ θεός, ὡς προαπεδείξαμεν, καὶ ἀεὶ συνυπάρχει τῷ πατρὶ ὁ υἱός, οὐ μεταγενέστερος χρόνοις, οὐκ ἐλάσσων δυνάμει, οὐ περιγραπτὸς τόπῳ, ἀλλ᾿ ἀεὶ καὶ ὡσαύτως ἀϊδίως συνυπάρχων τῷ πατρί, γεγεννημένος ἐξ αὐτοῦ ἀπερινοήτως καὶ ἀνεκφράστως, καθὰ προειρήκαμεν, θεὸς ἀληθινὸς ὢν ἀεὶ ἐκ τοῦ ἀεὶ ὄντος ἀληθινοῦ θεοῦ καὶ πατρός, συνάναρχος τῷ Πατρί, συναΐδιος τῷ πατρί, συμβασιλεύων ἀεὶ τῷ πατρί, ὁμοούσιος τῷ πατρί, ἰσοδύναμος τῷ πατρί, συνδημιουργὸς τῷ πατρί.