Ancient Greek
ΛΟΓΟΣ Bݲ, Chapter 15
Gelasius, Historia Ecclesiastica 15.2
Not analysed yet
εἰ προϋπῆρχεν, ὡς σὺ φής, τοῦ υἱοῦ ὁ πατὴρ καὶ μεταγενέστερος ὁ υἱὸς μετὰ χρόνους τινὰς κτισθεὶς ὑπὸ τοῦ θεοῦ καὶ εἰς υἱὸν αὐτοῦ μετὰ ταῦτα ὑπ᾿ αὐτοῦ τοῦ πατρὸς ἀναγορευθείς, καθά φατε ἀσεβῶς βλασφημοῦντες εἰς ποίησιν τῶν κτιστῶν φύσεων προκεκτίσθαι αὐτὸν ὑπ αὐτοῦ, εἶπεν ἂν κατὰ τὴν ὑμετέραν ἀσέβειαν ὁ ἄκτιστος θεὸς πρὸς τὸν κτιστὸν θεὸν καθ’ ὑμᾶς· ποίησόν μοι ἄνθρωπον κατ᾿ εἰκόνα ἐμὴν καὶ . ὁμοίωσιν<.