Ancient Greek · ~2 min
ΛΟΓΟΣ Bݲ, Chapter 16
Gelasius, Historia Ecclesiastica 16.1
Not analysed yet
Ἀντίρρησις τοῦ φιλοσόφου· ὑπερκείσθω μοι ταῦτα ἐπὶ τοῦ παρόντος καιροῦ· ἐκεῖνο δὲ μᾶλλον ἐπερωτητέον περὶ τοῦ δι᾿ οὑ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον καὶ πάντα τά τε ὁρώμενα τά τε μὴ ὁρώμενα. οὐ γάρ μοι δοκεῖ εὖ ἔχειν, ἅπερ εἰρήκατε, ὅτι ἓν κατὰ τὸ αὐτὸ ὁ πατὴρ καὶ ὁ υἱὸς ἀϊδίως ἅμα καὶ ὅτι θεὸς ἀεὶ συμπροϋπάρχων τῷ πατρὶ ὁ υἱός.