Ancient Greek
16.2 to 16.3
Gelasius, Historia Ecclesiastica 16.2-3
Not analysed yet
ἐγὼ δὲ φαίην ὑπουργὸν ἐν τοῖς κτίσμασι γεγενῆσθαι αὐτὸν ὑπὸ τοῦ θεοῦ. ἐδεῖτο γὰρ ὁ θεὸς ὑπουργοῦ εἰς τὴν τοῦ ἀνθρώπου καὶ τοῦ κόσμου κατασκευήν. διὸ μέλλων ὁ δημιουργὸς θεὸς κτίζειν τὰς κτιστὰς φύσεις ὑπεστήσατο ἑαυτῷ ἐργαλεῖον, δι᾿ οὑ κτίσει πάσας τὰς φύσεις. ὥσπερ γὰρ ὁ τέκτων προϋφιστᾷ ἐργαλεῖα εἰς τὴν τῶν ὑπ’ αὐτοῦ μελλόντων γίνεσθαι κατασκευήν, οὕτως ἔστι νοῆσαι καὶ ἐπὶ τοῦ θεοῦ, ὅτι ὑποστήσας ἑαυτῷ ὡς ἐργαλεῖον τὸν υἱὸν ἔκτισε δι᾿ αὐτοῦ τὸν κόσμον.