Ancient Greek · ~6 min
16.1 to 16.6
Gelasius, Historia Ecclesiastica 16.1-2-6
Not analysed yet
»Ούδὲν ἴσχυσαν οἱ πονηροὶ κατὰ τοῦ ἐπισκόπου ὑμῶν, ἐμοὶ >πιστεύσατε, ἀδελφοί· οὐδὲν ἕτερον ἐσπουδάκασιν ἢ ἵνα κατατρίψαντες >τοὺς ἡμετέρους χρόνους μηδεμίαν χώραν ἐν τῇ ζωῇ ταύτῃ >λείας σχεῖν δυνηθῶσιν. ἐπικουρήσατε τοίνυν ὑμῖν αὐτοῖς, >τὸ ἅγιον φίλτρον τὸ ὑμέτερον, ἀγαπήσατε ἑαυτοὺς παντὶ >καὶ τὸν ὑμέτερον ἐπίσκοπον Ἀθανάσιον ἀπλήστῳ εὐφροσύνῃ >δέξασθε, ἀγαπητοί, εἰ καὶ τὰ μάλιστα εὖ οἶδα, ὡς οὐ τοσαύτην >ὑμῖν λύπην ἐνεποίησεν ὁ αὐτοῦ χωρισμός, ὅσην ἔχετε χαρᾶς >βολὴν ἐπὶ τῇ τούτου πρὸς ὑμᾶς ἐαναζεύξει. διώξατε τοὺς τὴν >τῆς ἡμετέρας ὁμονοίας χάριν ἀφανίζειν ἐπιθυμοῦντας, καὶ πρὸς τὸν >θεὸν ἀπιδόντες ὑμᾶς αὐτοὺς ἀγαπήσατε, παρακαλῶ. ἐγὼ γὰρ >ὑμέτερον ἐπίσκοπον Ἀθανάσιον ἀσμένως προσηκάμην, οὕτως τε προσ- >εφθεγξάμην, ὡς ἄνθρωπον αὐτὸν εἶναι τοῦ θεοῦ πεπεισμένος. >θεὸς ὑμᾶς διαφυλάξει, ἀδελφοὶ ἀγαπητοί«. Ταῦτα τὰ γράμματα λαβὼν παρὰ τοῦ βασιλέως ὁ μέγας Ἀθανάσιος καταλαμβάνει τὴν Ἀλεξάνδρειαν· ὃν ἅπας ὅ τε κλῆρος καὶ ὁ λαὸς ἀσμένως ἀποδεξάμενοι ἔχαιρον, ἰδόντες τὸν ἑαυτῶν νομέα <πρὸς> τὰ θρέμματα ἐπανελθόντα μετὰ τιμῆς ὅτι μάλιστα πλείστης. καὶ τὸν θεὸν ἐδόξασαν ἅπαντες καὶ τὸν τὰ πάντα ἄριστον βασιλέα Κωνσταντῖνον εὐφήμοις φωναῖς ἐγέραιρον. ἀλλὰ ταῦτα τοῖς μὲν ἡμετέροις εὐφροσύνην παρεῖχεν ἄφατον, τοῖς δὲ δυσμενέσι καὶ τοῖς τῷ υἱῶ τοῦ θεοῦ πολεμεῖν ἠσκημένοις ὀδύνην καὶ αἰσχύνην ἀπέραντον. ἀλλ’ ὅμως καὶ οὕτως τὴν αἰδῶ πᾶσαν τοῦ οἰκείου προσώπου ἀποδυσάμενοι, μορφιζόμενοι τὴν εὐσέβειαν, τὴν δὲ δύναμιν αὐτῆς ἠρνημένοι οἱ περὶ Εὐσέβιον τὸν Νικομηδείας μάλιστα καὶ δέον αὐτοὺς εἰς γῆν καταδῦναι, πολλὴν ἄγαν τὴν ἀναισχυντίαν ἠμφιεσμένοι ἐφ’ ἕτερον πύργον εὐσεβείας τὴν παγχάλεπον καὶ κάκιστον αὐτῶν ἐπὶ τοῖς πονηροῖς δράμασιν εὐτεχνίαν ἐτρέψαντο.