Ancient Greek · ~2 min
ΛΟΓΟΣ Γ, Chapter 16
Gelasius, Historia Ecclesiastica 16.7
Not analysed yet
Ἦν δὲ τούτων ἁπάντων τῶν πονηρῶν βουλευμάτων γεννήτωρ καὶ ἔξαρχος ἐξοχώτατος ὁ Νικομηδείας Εὐσέβιος, σοφὸς ἄγαν ὢν εἰς τὸ κακοποιῆσαι ὡς ὁ πατὴρ αὐτοῦ ὁ διάβολος. αὐτὸς γὰρ τὰς ἡνίας οὐ τῆς τοῦ θεοῦ ἐκκλησίας, ἀλλὰ τοῦ ἀσεβοῦς τοῦ Ἀρειανῶν ἐκράτει. ἐγχρονίζων δὲ τῇ Κωνσταντινουπόλει καὶ συχνότερον τὸν βασιλέα διὰ τοῦ κατὰ Ἄρειον πρεσβυτέρου θεώμενος καὶ πολλὴν τὴν πρὸς αὐτὸν παρρησίαν αὐξήσας ἐφόδιον τῆς οἰκείας κακοτεχνίας εὑράμενος τὴν τοῦ βασιλέως ἁπλότητα, ῥαδίως τὰς κατὰ τῶν τῆς ἀληθείας προμάχων κατεσκεύαζε μηχανάς.