Ancient Greek · ~2 min
ΛΟΓΟΣ Bݲ, Chapter 16
Gelasius, Historia Ecclesiastica 16.10
Not analysed yet
ἐν μὲν βίβλῳ κτίσεως ἔχεις Μωσῆν τὸν προφήτην, ὃς συνδημιουργὸν τῷ θεῷ καὶ πατρὶ τὸν υἱὸν ἐξέδωκε, λέγων καθὰ προειρήκαμέν σοι, ὦ βέλτιστε, »εἶπεν ὁ θεός· ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ᾿ ὁμοίωσιν«· πρόσωπον συνδημιουργὸν συγκαλεῖν πέφυκεν ἀλλ’ οὐχὶ ἐργαλεῖον. τὸ γὰρ εἰπεῖν »καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον, κατ’ εἰκόνα θεοῦ ἐποίησεν αὐτόν, ἄρρεν καὶ θῆλυ ἐποίησεν αὐτοὺς« αύθεντίαν προσώπων σημαίνει.