Ancient Greek
16.5 to 16.9
Gelasius, Historia Ecclesiastica 16.5-9
Not analysed yet
εἰ οὖν, ὡς σὺ φής, ἐργαλεῖον ὁ υἱὸς εἰς ποίησιν τῶν κτιστῶν φύσεων ὑπὸ τοῦ πατρὸς ἐκτίσθη, ἐκ τῶν σεαυτοῦ καταπίπτεις λόγων, ὦ φιλόσοφε. λέγει γὰρ ἡ τοῦ εὐαγγελίου φωνή, ὡς καὶ αὐτὸς ἀρτίως ἐμνήσθης »πάντα όι’ αὐτοῦ ἐγένετο«, καὶ ἐπάγει »καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν ὃγέγονεν«. εἰ οὐν πᾶν τὸ κτιστὸν δι᾿ αὐτοῦ γέγονε καὶ χωρὶς αὐτοῦ γέγονεν οὐδὲ ἕν, ὁ κόσμος δὲ κτίσμα καὶ ὁ υἱός, ὡς αὐτὸς φής, ἑαυτὸν ἄρα ἔκτισεν καὶ οὐχ ὁ πατήρ. ἀντίρρησις τοῦ φιλοσόφου· ἅπαξ εἶπον, ὅτι ὡς δι’ ἐργαλείου πάντα δι᾿ αὐτοῦ ἐποίησεν ὁ θεὸς εἰς αὐτὸ τοῦτο ποιήσας αὐτὸν πρὸ πάσης κτίσεως, πρὸς ποίησιν τῶν κτιστῶν φύσεων ἐργαλεῖον εὐτρεπίσας αὐτόν. ἀνταπόκρισις τῶν ἁγίων πατέρων διὰ τῶν αὐτῶν ἐπισκόπων Λεοντίου καὶ Εὐψυχίου· εἰπέ, ὠ βέλτιστε, ποῦ σοί τις ἐργαλεῖα ἀνεβόησε τὸν υἱὸν τοῦ θεοῦ ἢ τὸ ἅγιον αὐτοῦ πνεῦμα; παράσχου ἡμῖν τὰς μαρτυρίας τῶν ὑποθέσεων. τίνος πνευματοφόρου ἔχεις τὰς ὑπογραφὰς ἐκδώσαντος ἐργαλεῖον τὸν υἱὸν τοῦ θεοῦ, τὸν κτίστην πάντων τῶν αἰώνων καὶ πασῶν στρατιῶν ἐπουρανίων καὶ πάντων ἐπιγείων; ἐπάκουσον τοίνυν, ὠ φιλόσοφε, τῶν μαρτυριῶν τῶν ἐκ τῶν θείων γραφῶν τῶν ἐκθησάντων θεὸν συναΐδιον τῷ πατρὶ τὸν υἱὸν αὐτοῦ, κτίστην τε καὶ δημιουργὸν πασῶν τῶν κτιστῶν φύσεων.