Ancient Greek · ~2 min
ΛΟΓΟΣ Γ, Chapter 16
Gelasius, Historia Ecclesiastica 16.10-2
Not analysed yet
Ἀφικόμενοι δὲ καταλαμβάνουσι τὴν Ἀντιόχειαν καὶ τὸ τῆς φιλίας περιθέμενοι πρόσωπον. καθά φησιν ὁ Θεοδώρητος —εἰ καὶ τὰ πάμπολλα τῶν γεγενημένων παρεὶς δι’ ὀλίγων λίαν τὴν τῆς ἱστορίας ποιησάμενος πρόνοιαν συνέγραψεν, ἀλλὰ τοῖς πρὸ αὐτοῦ συγγρα- φεῖσιν ἡμεῖς ἐντυχόντες ἀκριβῶς ἅπαντα τάξει τε καὶ εἱρμῷ ἱστορήσασι, τὴν ἀκολουθίαν συντάττω. τὰ γαρ ἐκείνων πονηματα, ως προείρηται, ἑξ ἑκατέρων ἀναλεξάμενοι ἐνταῦθα συντάττομεν.