Ancient Greek · ~4 min
16.11 to 16.13
Gelasius, Historia Ecclesiastica 16.11-2-13
Not analysed yet
Ἀλλ’ ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν· καταλαβόντων τοίνυν τῶν ἀλιτηρίων τὴν Ἀντιόχου πόλιν, μετὰ πλείστης ὅσης χαρᾶς ὑπὸ τοῦ ἐκεῖσε προέδρου τοῦ μεγάλου Εὐσταθίου πνευματικῶς ὑπεδέχθησαν· ἦν γὰρ ἀκηκοὼς περὶ τῆς ἐπιπλάστου αὐτῶν μετανοίας ὡς ἀληθοῦς, φησί, καὶ ἔχαιρεν ἐπ’ αὐτοῖς, φιλοφρόνως δὲ αὐτοὺς ὑποδεξάμενος τῆς εἰς Χριστὸν εὐσεβείας ἕνεκα ὁ μέγας Εὐστάθιος; πλείστης ὅσης θεραπείας ἡξίωσε. μετὰ δὲ ταῦτα ἐκ τῆς Ἀντιοχείας ἀπάραντες, τοὺς ἱεροὺς τόπους τῶν Ἱεροσολύμων κατέλαβον εὑρόν τε ἐκεῖ τινας τῶν ὁμοφρόνων, ἐφ’ οἷς παρεκλήθησαν οὐ πετρίως διὰ τὸ καττυθὲν παρ’ αὐτῶν δρᾶμα κατὰ τοῦ τῆς ἀληθείας προμάχου —οὐκ Εὐσέβιον τὸν Καισαρέα τῆς Παλαιστίνης, καθὰ Θεοδώρητος δοκεῖ συκοφαντεῖν τὸν ἄνδρα ψευδῆ περὶ αὐτοῦ γραψάμενος· οὗτινος πάντες οἱ ἅγιοι ἡμῶν πατέρες ἐπὶ τῇ ὀρθοδόξῳ διαπρέψαντος πίστει μέμνηνται, καὶ τῶν ἐν τῇ κατὰ Νίκαιαν συνόδῳ ὑπὲρ τῆς ἁγίας καὶ ὁμοουσίου τριάδος πόνο)ν καὶ ἀγώνων τοῦ ἀνδρὸς ᾄδουσι τοὺς ἄθλους,