Ancient Greek · ~2 min
ΛΟΓΟΣ Bݲ, Chapter 16
Gelasius, Historia Ecclesiastica 16.14
Not analysed yet
ὁ υἱός, φησί, συνανέστραπται, καθὼς εἴρηκαν αἱ θεῖαι γραφαὶ κἀγὼ πιστωθεὶς ἐξ αὐτῶν ἀποδέδεγμαι. ἀλλ’ ἔστι μοι ἔτι δυνατωτάτη καὶ ἀναντίρρητος ἀντίθεσις περὶ αὐτοῦ. ὅτι πρὸ πάσης κτίσεως ἔκτισεν αὐτὸν ὁ θεός, ἕνα δι᾿ αὐτοῦ τὰ Πάντα κτίσῃ. καὶ ταῦτα ἀποδείξω ἐν τοῖς ἔμπροσθεν τῶ ν ἀγώνων. ἀπόκρισις τῶν ἁγίων πατέρων διὰ τῶν αὐτῶν ὁσιωτάτων ἐπισκόπων Λεοντίου καὶ Εὐψυχίου· οὐχ