Ancient Greek · ~2 min
ΛΟΓΟΣ Bݲ, Chapter 16
Gelasius, Historia Ecclesiastica 16.15
Not analysed yet
οὕτως, φιλόσοφε, οὐκ ἔνεστι δεῖξαί σε ταῦτα ἅπερ φής. γέννημα γάρ ἐστι τοῦ θεοῦ καὶ οὐ ποίημα. καθάπερ διὰ πλειόνων ἀπεδείξαμεν. καὶ τίς γάρ, ὠ φιλόσοφε, τῶν ἐν εὐσεβείᾳ καὶ ἀγχινοίᾳ πλουτούντων ἀνδρῶν οὐχ ἐκπλήττε ται ἐπὶ ταῖς τοσαύταις αὐτοῦ ἐνεργείαις τῶν ὑπ΄ αὐτοῦ δημιουργηθεισῶν φύσεων ὡς ὑπὸ θεοῦ τοῦτ᾿ ἔστιν ὑπ’ αὐτοῦ, κτισθεισῶν, τῆς γραφῆς βοώσης »ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον« καὶ »εἶδεν ὁ θεὸς τὰ πάντα ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν«.