Ancient Greek · ~7 min
16.16 to 16.22
Gelasius, Historia Ecclesiastica 16.16-22
Not analysed yet
Ἰωάννης δὲ ὁ εὐαγγελιστὴς σαφέστατα δείκνυσιν αὐτὸν ἀεὶ συνυπάρχοντα τῷ πατρὶ συναΐδιόν τε καὶ συνάναρχον τῷ πατρί, »ἐν ἀρχῇ γάρ φησιν ἠν ὁ λόγος. καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἠν ὁ λόγος· οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν. πάντα δι᾿ αὐτοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἐν ὃ γέγονεν«. ἰδοὺ σαφέστατα δέδεικται, ὦ φιλόσοφε, ὅτι πάσης γενητῆς φύσεως δημιουργὸς ὁ υἱός· εἰ οὖν δημιουργὸς τῶν ὅλων κτισμάτων ἐστίν, ὥσπερ ὥσπερ καὶ ἔστιν, ὁρωμένων τε καὶ νοουμένων, δῆλον ὅτι θεὸς ἀληθῶς φύσει καὶ οὐκ ἐργαλεῖον, ὡς φής, οὐδὲ κτίσμα οὔτε ποίημα οὔτε εταγεμἐστερος τοῦ πατρός. τὸ γὰρ ἦν τετράκις λεχθὲν ὑπὸ τοῦ εὐαγγελιστοῦ τὸ προϋπάρχον οὐκ ἔχει. ἵχει. ἵνα τελειότατα γνώσῃ ὅτι οὐχ ὑπεξούσιος ἀλλ’ αὐτεξούσιος ὡς καὶ ὁ πατήρ, δἐχου καὶ ἄλλην ἐναργεστάτην μαρτυρίαν. ἄκουε τοίνυν τοῦ θεσπεσίου Ἠσαΐου βοῶντος »καὶ θελήσουσι, φησίν, εἰ ἐγενήθησαν πυρίκαυστοι« τοὺς Ἰουδαίους προσαναφωνῶν »ὅτι παιδίον ἐγεννήθη υἱὸς καὶ ἐδόθη ἡ μῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς ἄγγελος θαυμαστὸς σύμβουλος θεὸς ἰσχυρὸς ἐξουσιαστής«. ἄκουε, φιλόσοφε, ἐξουσιαστὴν αὐτὸν προκηρυττόμενον καὶ οὐχ ὑπεξούσιον, καθὼς ὑμεῖς φατε. ἀλλὰ πάλιν ἐπαναληπτέον τὴν λέξιν· »θεὸς ἰσχυρός, ἐξουσιαστής, ἄρχων εἰρήνης, πατὴρ τοῦ μέλλοντος αἰῶνος‘. ἐν δὲ μιᾷ τῶν αὐτοῦ εὐεργεσιῶν παρίστησιν ἑαυτὸν ὁ αὐτὸς μονογενὴς υἱὸς τοῦ θεοῦ αὐτεξούσιόν τε καὶ κτίστην τοῦ ἀνθρώπου, ἐπὶ τῇ τοῦ ἐκ γενετῆς τυφλοῦ ἀναπληρώσει ὑπ᾿ αὐτοῦ τοῦ υἱοῦ τοῦ θεοῦ γεγενημένῃ. ἀπαύγασμα γάρ ἐστι τοῦ πατρὸς συναΐδιον καὶ χαρακτὴρ ἀπαράλλακτος τῆς ὅλης αὐτοῦ ὑποστάσεως, καθά φησι Παῦλος ὁ ἀπόστολος, τὸ σκεῦος τῆς ἐκλογῆς«. ἰδού, φιλόσοφε, τοσοῦτοι ἄναρχον, ἐπείπερ καὶ συνάκτιστον τῷ πατρὶ κτίστην τε πασῶν τῶν κτιστῶν φύσεων, καθὰ πλειστάκις εἰρήκαμεν, τῶν τε ὁρωμένων τῶν τε νοουμένων τὸν υἱὸν τοῦ θεοῦ ἀπέδειξαν.