Ancient Greek
ΛΟΓΟΣ Γ, Chapter 16
Gelasius, Historia Ecclesiastica 16.16-2
Not analysed yet
Ἀλλὰ τὸ μὲν πρόσχημα τῆς τῶν ἄλλων ἐπιδημίας προπόμπιος ἦν δῆθεν τιμή, τὸ δὲ παρ’ αὐτῶν σπουδαζόμενον ὁ κατὰ τῆς εὐσεβείας τῆς εἰς Χριστὸν πόλεμος ἠν. γύναιον γὰρ ἑταιρικὸν χρυσίου μισθωσάμενοι καὶ τὴν γλῶτταν αὐτῆς· μίαν ὥραν δοῦναι αὐτοῖς πείσαντες, συνέδριόν τε σὺν τῷ μεγάλῳ Εὐσταθίῳ ἅμα τοῖς σὺν αὐτῷ ἁγίοις ἐπισκόποις συστήσαντες, εἶτα τοὺς ἄλλους ἅπαντας ἔξω γενέσθαι κελεύσαντες, οἱ κατὰ τοῦ ἀρχιερέως δρᾶμα συντεθεικότες ἄγεσθαι ὡς τάχιστα τὸ τρισάθλιον γύναιον εἰς τὸ συνέδριον παρακελεύονται.