Ancient Greek · ~2 min
16.17 to 16.18
Gelasius, Historia Ecclesiastica 16.17-18
Not analysed yet
οἱ δὲ τῆς παρανομίας αὐτῶν ὑπουργοὶ ἄγουσιν αὐτῶν μέσον τὸ γύναιον. ἡ δὲ ἔστη παιδίον ὑπομάζιον ἐπιδεικνύουσα καὶ λέγουσα ἐκ τῆς Εὐσταθίου συνουσίας τοῦτο συνειληφέναι καὶ τετοκέναι καὶ ἀνέδην ταῦτα ἐπέμενε βοῶσα. τὸ δὲ τῆς συκοφαντίας προφανὲς ἐγνωκὼς ὁ μέγας Εὐστάθιος, εἴ τινα ἔχοι τούτου συνίστορα, ἄγειν εἰς τὸ μέσον ἐκέλευεν. ἐκείνης δὲ μηδένα ἔχειν λεγούσης, ὅρκον αὐτῇ προέτειναν τῇ ἑταιρίδι οἱ τὴν συκοφαντίαν ὑφήναντες, καίτοι τοῦ ἀποστολικοῦ θείου κανόνος διαγορεύοντος μὴ δεῖν κατὰ πρεσβυτέρου κατηγορίαν παραδέχεσθαι παρεκτικτὸν δύο ἢ τριῶν μαρτύρων.