Ancient Greek · ~3 min
16.21 to 16.23
Gelasius, Historia Ecclesiastica 16.21-23
Not analysed yet
Ἀλλ’ ὁ μὲν τῶν ἀποστολικῶν δογμάτων πολέμιος καὶ τὰς κατὰ τῶν τῆς ἀληθοῦς πίστεως κηρύκων συκοφαντίας δραματουργεῖν ἐπιστάμενος, ὁ τῆς Νικομηδείας Εὐσέβιος ἅμα Θεογνίῳ τῇ κωνσταντινουπόλει ἐπεχωρίαζόν, εἶχον δὲ ἐάσαντες έν Ἀντιοχείᾳ τοὺς τῆς οἰκείας μοχθηρίας κοινωνούς, οἳ ἀντὶ τοῦ θείου Εὐσταθίου χειροτονοῦσιν Εὐλάλιον. τούτου δὲ ὀλίγον λίαν έͅπιβιώσαντος χρόνον Εὐφράσιον τινὰ προεβάλοντο. καὶ τούτου δὲ τάχιστα τελευτήσαντος (ἐνιαυτὸν γὰρ ἕνα καὶ μῆνας ὀλίγους μετὰ τὴν χειροτονίαν ἐβίωσε) Φλακίτῳ τῆς ἐκκλησίας ἐκείνης τὴν προεδρίαν δοθῆναι πάντες δὲ οὗτοι ὁμοίως τὴν Ἀρείου ἀσέβειαν εἶχον ἐγκεκρυμμένην· κρυμμένην· ὅθεν ἅπαντες οἱ τῆς ὀρθῆς καὶ εὐσεβοῦς πίστεως ἀντιποιούμενοι, οἱ τε τῶν ἱερωμένων καὶ τῶν τοῦ λαοῦ. τοὺς ἐκκλησιαστικοὺς καταλιπόντες συλλόγους καθ’ ἑαυτοὺς συνηθροίζοντο. Εὐσταθιανοὺς δὲ τούτους ὡνόμαζον πάντες, ἐπειδὴ μετὰ τὴν ἐκείνου συνέστησαν ἔξοδον.