Ancient Greek · ~2 min
ΛΟΓΟΣ Γ, Chapter 16
Gelasius, Historia Ecclesiastica 16.24
Not analysed yet
τὸ μέντοι τρισάθλιον ἐκεῖνο γύναιον νόσω̣ χαλεπωτάτῃ καὶ μακροτάτῃ μετ’ οὐ πολὺ περιπεσὸν ἐξέφηνε τὴν ἐπιβουλὴν καὶ τὴν συκοφαντίαν ἐγύμνωσεν, οὐ δύο ἢ τρεῖς ἀλλὰ Πολλοὺς τῶν ἱερέων προσκαλεσαμένη καὶ τὰ τυρευθέντα παρὰ τῆς θαυμαστῆς τῶν ἀσεβῶν συμμορίας διδάξασα. ἔφη γὰρ ἐπὶ χρήμασι τὴν συκοφαντίαν ἐκείνην τετολμηκέναι, τὸν μέντοι ὅρκον μὴ πολὺ εἶναι ψευδῆ ἔλεγεν· Εὐσταθίου γὰρ τινος χαλκέως τὸ βρέφος εἰναι ἐβόα.