Ancient Greek
ΛΟΓΟΣ Γ, Chapter 16
Gelasius, Historia Ecclesiastica 16.29
Not analysed yet
ἐκ δὲ τούτου εἰς ὀργὴν κατὰ Ἀθανασίου ἐξαφθεὶς ὁ πραότατος βασιλεὺς ἐπέστειλεν αὐτῷ τὴν ὀργὴν ὑποφαίνων καὶ τὴν Τύρον καταλαβεῖν παρεγγυῶν· ἐκεῖσε γὰρ μετατεθεῖσαν ἀθροισθῆναι τὴν σύνοδον προσέταξεν. ὑποπτεύσας ὑφορᾶσθαι τὴν Ἀντιοχέων τὸν Ἀθανάσιον διὰ τὸ πολλοὺς εἶναι κατὰ τὴν ἀνατολὴν τοὺς τὴν Ἀρείου λώβην εἰσδεδεγμένους. ἔγραψε δὲ καὶ τῇ συνόδῳ ἅπερ ἐχρῆν ἐπιστεῖλαι τὸν εὐσεβείᾳ ἔστι δὲ ταῦτα· Ἐπιστολὴ τοῦ βασιλέως Κωνσταντίνου πρὸς τὴν ἐν Τύρῳ σύνοδον.