Ancient Greek · ~5 min
16.25 to 16.28
Gelasius, Historia Ecclesiastica 16.25-28
Not analysed yet
Ταῦτα μὲν οὖν ἐν Ἀντιοχείᾳ παρὰ τοῦ ἀσεβοῦς Εὐσεβίου καὶ τῶν ἀμφ’ αὐτὸν τετόλμηται τότε. ἀλλ’ οὐδὲ οὕτως οἱ ἀσεβεῖς ἐνετράπησαν τότε οὐδὲ κόρον ἐλάμβανον τῶν κατὰ τῆς ἀληθείας προμάχων συκοφαντιῶν, ἀλλ’ ἑωρακότες ὡς κατὰ γνώμην αὐτοῖς τὰ κατὰ τοῦ μεγάλου Εὐσταθίου ὑπήντησεν, ἕτερον πάλιν δρᾶμα κατὰ τοῦ θείου Ἀθανασίου συρράπτουσιν, ᾧ προσόμοιον οὐδεὶς τῶν ἀνδρῶν πώποτε κατετόλμησε. κατηγόρους γὰρ πάλιν τινὰς ἐκ τῆς αὐτῆς Μελιτίου συμμορίας μισθωσάμενοι προσάγουσι τῷ βασιλεῖ κατὰ Ἀθανασίου βοῶντας ἀνοσιουργίας αἰσχρὰς τετολμηκέναι πολλὰς τὸν τῆς ἀρετῆς ἀθλητήν. ἡγεῖτο δὲ τούτων Εὐσέβιός τε καὶ Θεόγνιος καὶ Θεόδωρος ὁ Ἡρακλεώτης τῆς Θρᾴκης, οὐκ ἀνεκτὰ ταῦτ εἶναι λέγοντες οὐδὲ ἀκοαῖς φορητά. πείθουσι δὴ οὐν τὸν βασιλέα σύνοδον ἐν Ἀντιοχείᾳ τῆς Συρίας συναθροισθῆναι κελεῦσαι, ἔνθα πλείους ἦσαν οἱ δυσμενεῖς, κἀκεῖσε τὸν Ἀθανάσιον κριθῆναι. πεισθεὶς δὲ ὡς ἱερεῦσιν ὁ βασιλεὺς (ἠγνόει γὰρ παντελῶς τὰ παρ’ τυρευόμενα) γενέσθαι τοῦτο προσέταξεν. ἀλλ’ ὁ τῆς ἀληθείας ὑπέρμαχος, ὁ μέγας Ἀθανάσιος, τὴν τῶν προρρηθέντων ἀσεβῶν δυσμένειαν ἐπιστάμενος, οὐχ ἧκεν εἰς τὸ συνέδριον. ἐντεῦθεν μείζονα πρόφασιν εἰς συκοφαντίαν λαβόντες, ἅπαξ τὸν κατὰ τῆς ἀληθείας ἀναδεξάμενοι πόλεμον, τυραννίδος αὐτὸν καὶ θρασύτητος ἐπὶ τοῦ βασιλέως διὰ γραμμάτων ψηφίζονται.