Ancient Greek · ~4 min
17.15 to 17.19
Gelasius, Historia Ecclesiastica 17.15-19
Not analysed yet
ἱκανὰ εἶναί μοι δοκεῖ τὰ λεχθέντα, ἃ αἱ ἀποδείξεις παρέστησαν, ὦ φιλόσοφε, ὅτι ὁ υἱὸς τοῦ θεοῦ ἐστιν ὁ καὶ τὴν ἐν Σολομῶντι λογιστικὴν σοφίαν κτίσας καὶ πάντα τὰ κτιστά, καὶ οὐκ ἐργαλεῖον. ἕνα δέ σοι σαφεστέραν τὴν ἀληθῆ τῶν πραγμάτων ἀπόδειξιν παραστήσωμεν καὶ τάχιον ἔλθωμεν ἐπὶ τὸν νοῦν τοῦ πράγματος καὶ τῆς θεωρίας αὐτοῦ, τὰ ἐκ τῆς γραφῆς λέξωμεν. μέλλων ὁ προφήτης Μωσῆς ἐξιέναι τὸν βίον, ὡς γέγραπται ἐν βίβλῳ ἀναλήψεως Μωσέως, προσκαλεσάμενος Ἰησοῦν υἱὸν Ναυῆ καὶ διαλεγόμενος πρὸς αὐτὸν ἔφη· »καὶ προεθεάσατό με ὁ θεὸς πρὸ καταβολῆς κόσμου εἶναί με τῆς διαθήκης αὐτοῦ μεσίτην« καὶ ἐν βίβλῳ λόγων μυστικῶν Μωσέως αὐτὸς Μωσῆς προεῖπε περὶ τοῦ Δαυὶδ καὶ Σολομῶντος. περὶ ὗ Σολομῶντος οὕτω προεῖπε »καὶ διαδοχεύσει <ἐπ’> αὐτὸν ὁ θεὸς σοφίαν καὶ δικαιοσύνην καὶ πλήρη, αὐτὸς οἰκοδομήσει τὸν οἶκον τοῦ θεοῦ« καὶ τὰ ἑξῆς. ἵνα δὲ σαφέστερον εἴη ὅ φημι, οὕτως ἐξετάσωμεν τὸν νοῦν· ὁ ἄνθρωπος διὰ τὸν κόσμον, ἢ ὁ κόσμος διὰ τὸν ἄνθρωπον; ὁ φιλόσοφος· πάντως ὁ κόσμος διὰ τὸν ἅνθρωπον. οἱ ἅγιοι ἐπίσκοποι οἱ ἡμέτεροι διὰ τοῦ αὐτοῦ ἐπισκόπου Εὐσεβίου τοῦ Παμφίλου εἶπον·