Ancient Greek · ~2 min
ΛΟΓΟΣ Bݲ, Chapter 17
Gelasius, Historia Ecclesiastica 17.14
Not analysed yet
ἐγνώσθη ἡμῖν, ὅτι ὁ υἱὸς τοῦ θεοῦ ἐστιν ὁ καὶ τὴν λογιστικὴν σοφίαν κτίσας, ὁ κατασκευάσας τὴν γῆν εἰς τὸν αἰῶνα χρόνον, ὁ ποιήσας χώρας καὶ ἀοικήτους, καὶ τῷ Ἰὼβ εἰπὼν »ὅτε ἐγενήθησαν ἄστρα, ᾔνεσάν με πάντες ἄγγελοί μου«, Μωσῆς δὲ λέγει περὶ τοῦ ποιήσαντος τὸ φῶς »καὶ εἶπεν ὁ θεός· γενηθήτω φῶς« καὶ ἐπήγαγε λέγων »καὶ ἐποίησεν ὁ θεὸς τοὺς δύο φωστῆρας τοὺς μεγάλους καὶ τοὺς ἀστέρας« καὶ τὰ ἑξῆς.