Ancient Greek · ~2 min
ΛΟΓΟΣ Γ, Chapter 17
Gelasius, Historia Ecclesiastica 17.18
Not analysed yet
ἀλλ’ ὁ πάντα ἐφορῶν ὀφθαλμὸς τοῦ θεοῦ οὐκ εἴασέν ἐΠὶ πλεῖστον λανθάνειν τὸν Ἀρσένιον, ἀλλὰ πρῶτον μὲν ἐν Αἰγύπτῳ καὶ Θηβαίδι δῆλος γέγονεν ὅτι ζῇ, ἔπειτα ἐνέβαλεν αὐτῶ ὁ θεός, ὡς αὐτὸς ἐς ὕστερον διηγήσατο, τὴν παρὰ τοῦ Ἀθανασίου παρὰ πᾶσαν ἐλπίδα πρυτανευθεῖσαν αὐτῷ σωτηρίαν διαλογίσασθαι ἔτι τε καὶ ἀδικεῖν αὐτὸν καὶ παρανομίαν μεγίστην ἐργάζεσθαι, εἰ τὸν εὐεργέτην παρίδοι θανάτῳ ἕνεκεν αὐτοῦ ὑποβληθῆναι καὶ μὴ μᾶλλον αὐτὸν ὑπὲρ ἐκείνου τεθνάναι. ἄγει οὐν αὐτὸν ὁ τῶν ὅλων πρύτανις ἐν τῇ Τύρῳ, ἔνθα ἡ τραγῳδουμένη χεὶρ ὑπὸ τῶν συκοφαντῶν ἐπὶ τῶν κριτῶν προεφέρετο.