Ancient Greek
17.19 to 17.21
Gelasius, Historia Ecclesiastica 17.19-21
Not analysed yet
τοῦτον οἱ Ἀθανασίου θεασάμενοι σύνοικοι ἤγαγον ἐν τῇ αὐτῶν καταγωγῇ, καὶ μαθόντες παρ’ αὐτοῦ τά τε τῆς τοῦ θεοῦ οἰκονομίας καὶ τὰ τῆς αὐτοῦ προθυμίας, λανθάνειν αὐτὸν ἐν τῷ τέως παρεκάλεσαν. Ὁ δὲ μέγας Ἀθανάσιος ὑπὸ τὴν ἕωθεν κατέλαβε τὸ συνέδριον ἅμα Τιμοθέῳ καὶ Μακαρίῳ τοῖς ἑαυτοῦ πρεσβυτέροις καὶ τοῖς σὺν αὐτῷ ἀπὸ τῆς Ἀλεξανδρείας ἐκεῖσε παραγεινομένοις. καὶ πρῶτον μὲν γύναιον εἰσήγαγον ἀκολασίᾳ συνεζηκός. ἡ δὲ ἀνέδην ἐβόα παρθενίαν μὲν ἐπαγγέλλεσθαι λέγοι· σα, τὸν δὲ Ἀθανάσιον ἐπιξενωθέντα εἰς τὴν αὐτῆς καταγωγὴν βιάσασθαι αὐτὴν καὶ ἄκουσαν διαφθεῖραι. τούτων ὑπ’ ἐκείνης λεγομένων εἰσῆλθεν ὁ κατηγορούμενος, συνῆν δὲ αὐτῷ ἅμα τοῖς ἄλλοις Τιμόθεος ὁ πρεσβύτερος, ἀνὴρ ἀξιάγαστος.