Ancient Greek · ~2 min
ΛΟΓΟΣ Bݲ, Chapter 17
Gelasius, Historia Ecclesiastica 17.28
Not analysed yet
οὗπερ τὴν ἀνάκτισιν ἐν Ἑαυτῷ ποιούμενος ὁ σωτὴρ ἔλεγε πρὸς τὸν πατέρα οἰκονομικῶς· »ὅτι ἠγάπησάς με, φησί, πρὸ καταβολῆς κόσμου«. τὸ δὲ »πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με ἐν ἀρχῇ‘ ἱστορήσας ὁ Σολομών, ὅτι οἱ αἰῶνες οἱ ἐν τῷδε τῷ κόσμω ἐκ τῆς περιόδου τῆς ἡμέρας καὶ τῆς νυκτὸς τὴν σύστασιν ἔχουσι, τὸ δὲ προϋπάρξαι τῆς ἡμέρας καὶ τῆς νυκτός, προϋπάρξαι ἐστὶ τοῦ αἰῶνος τούτου —ταύταις ταῖς ἱστορίαις θεωρήσας ὁ Σολομὼν ἥρμοσεν εὐαρμόστως τῷ τε ἀνθρώπῳ καὶ τῇ