Ancient Greek
ΛΟΓΟΣ Bݲ, Chapter 17
Gelasius, Historia Ecclesiastica 17.29
Not analysed yet
σοφίᾳ. διὸ ἐκ προσώπου αὐτῆς ἐκφωνήσας λέγει τὸ »κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με ἐν ἀρχῇ‘, συλλογισάμενος ἐν ἑαυτῷ πάλιν, ὅτι μέλλοντος τοῦ θεοῦ παράγειν ταύτας τὰς φύσεις τὰς ἐγκοσμίους προγενεστέρας τοῦ τε ἀνθρώπου καὶ τῆς σοφίας εἰς τὸ εἶναι, καὶ ὅτι δεῖ τοὺς προγενεστέρους παρεῖναι, παραγενομένων δὲ τῶν φύσεων ἱστορεῖν κατὰ τάξιν τὰς φύσεις παραγενομένας, καὶ ὅτι ὁ ἄνθρωπος καὶ ἡ σοφία ἡγεῖσθαι τῶν ἔργων ἐτάχθησαν,