Ancient Greek · ~5 min
17.28 to 17.31
Gelasius, Historia Ecclesiastica 17.28-2-31
Not analysed yet
Ἀλλὰ καὶ τούτων οὕτως δειχθέντων κρίσει τοῦ τὰ πάντα ἐφορῶντος θεοῦ, δέον καταδύεσθαι τοὺς κατηγόρους καὶ τῶν δικαστῶν τοὺς συνειδότας καὶ εὔχεσθαι χῆναι καὶ αὐτὴν τὴν γῆν ἐπ’ αὐτοὺς καὶ ἄρδην λαβεῖν αὐτούς, τοὐναντίον ἐποίησαν. θορύβου γὰρ καὶ στάσεως ἐνέπλησαν τὸ συνέδριον γόητα ἀποκαλοῦντες τὸν Ἀθανάσιον καί τισι μαγγανείαις ἀπατᾶν αὐτὸν λέοντες τῶν ἀνθρώπων τὰς ὄψεις. καὶ ἐπαναστάντες ἐπ’ αὐτὸν διασπᾶν ἐπεχείρουν καὶ κατασφάττειν τὸν τῆς εὐσεβείας ὑπέρμαχον, κινοῦντες, ὠς εἰπεῖν, καὶ αὐτὴν τὴν γῆν καὶ κονιορτὸν βάλλοντες εἰς τὸν ἀέρα κατ’ ἐκείνους τοὺς κατὰ τοῦ θείου ἀποστόλου Παύλου ποτὲ κράζοντας καὶ λέγοντας· »αἴρετε αὐτὸν ἐν τάχει· οὐ γὰρ καθήκει αὐτὸν ζῆν«. ἀλλ’ οἱ παρὰ τοῦ βασιλέως τὴν τῆς εὐταξίας πρόνοιαν πιστευθέντες τὸν φόνον ἐκώλυοαν. ἐξαρπάσαντες γὰρ τὸν νικηφόρον καὶ σκάφους ἐπιβῆναι παρασκευάσαντες τὴν σωτηρίαν προὐξένησαν. ὁ δὲ θεῖος Ἀθανάσιος ἐπιβὰς τοῦ σκάφους ἐπὶ τὸ στρατόπεδον ὥρμησεν ἐκφυγὼν τῶν μιαιφόνων τὰς χεῖρας. Αὐτοὶ δέ, ὡς εἶχον, ἐπὶ τὸν Μαρεώτην τινὰς τῶν ὁμοφρόνων ἐπισκόπους ἀπέστειλαν, Θεόγνιον τὸν Νικαίας, Μάριν Χαλκηδόνος, Θεόδωρον τὸν Ἡρακλεώτην τῆς Θρᾴκης, Νάρκισσον τὸν Κίλικα, Οὐρσάκιον καὶ ἄλλους τινὰς τοὺς αὐτῶν ὁμόφρονας, ἐπὶ τῷ κατὰ μονομέρειαν πρᾶξιν αὐτοὺς ὑπομνημάτων ἐκεῖσε κατὰ Ἀθαναοίου συστήσασθαι (ὁ δὲ Μαρεώτης ἐν τῇ Ἀλεξανδρείᾳ ἐστίν, ὁμώνυμος τῆς λίμνης Μαρίας, πλησίον αὐιῆς ὤν) ἐντειλάμενοι αὐτοῖς,