Ancient Greek · ~2 min
ΛΟΓΟΣ Γ, Chapter 17
Gelasius, Historia Ecclesiastica 17.27-2
Not analysed yet
τοῦ δὲ εἰσελθόντος καὶ στάντος ἐν τῷ μέσῳ τοῦ συνεδρίου ἤρετο πάλιν ὁ Ἀθανάσιος, εἰ οὗτός ἐστιν Ἀρσένιος ὁ παρ’ ἐμοῦ μὲν ἀνῃρημένος, παρὰ δὲ τούτων μετὰ σφαγὴν ὑβρισμένος καὶ τῆς δεξιᾶς χειρὸς ἐστερημένος. συνομολογησάντων δὲ πλείστων ὅσων τῶν ἐν τῇ αὐτὸν αὐτὸν εἶναι τὸν Ἀρσένιον, τῆς ἐφεστρίδος αὐτὸν γυμνώ- σας ὁ θεῖος Ἀθανάσιος ,ὑπέδειξεν ἄμφω τὰς χεῖρας τοῦ Ἀρσενίου, δεξιάν τε καὶ εὐώνυμον· »ἄλλην δέ«, ἔφη, »ζητείτω μηδείς· δύο γὰρ ἀνθρώπων ἕκαστος παρὰ τοῦ ποιητοῦ τῶν ὅλων ἐδεξάμεθα χεῖρας«.