Ancient Greek · ~2 min
ΛΟΓΟΣ Bݲ, Chapter 17
Gelasius, Historia Ecclesiastica 17.31
Not analysed yet
ἡς ἐκ προσώπου, τῆς Προγενεστέρας σὺν τῷ ἀνθρώπῳ τοῦ κόσμου, διηγούμενος τὰς ἐνεργείας τοῦ θεοῦ τὰς ἐν τῷ κόσμῳ παράγοντος τὰς φύσεις φησὶν <ὁ> αὐτός· »κύριος ἐποίησε καὶ ἀοικήτους, ἄκρα οἰκούμενα τῆς ὑπ᾿ οὐρανόν. ἡνίκα ἡτοίμασε τὸν οὐρανόν. συμπαρήμην αὐτῷ· ὅτε ἀφώριζε τὸν ἑαυτοῦ θρόνον ἐπ’ ἀνέμων, ἡνίκα ἰσχυρὰ ἐποίει τὰ ἄνω νέφη, καὶ ὡς ἀσφαλεῖς ἐτίθει πηγὰς τῆς ὑπ’ οὐρανόν, ἐν τῷ τιθέναι τῇ θαλάσσῃ ἀκριβασμὸν αὐτοῦ, καὶ ὕδατα οὐ παρελεύσονται λόγον στόματος αὐτοῦ, καὶ ἰσχυρὰ ἐποίει τὰ θεμέλια τῆς γῆς, ἤμην παρ’ αὐτῷ ἁρμόζουσα, ἐγὼ ἤμην ᾑ προσέχαιρε«.