Ancient Greek · ~5 min
17.32 to 17.36
Gelasius, Historia Ecclesiastica 17.32-36
Not analysed yet
Ταῦτα ἐκ προσώπου τῆς σοφίας, καὶ δείκνυσιν ἀσφαλῶς, ὅτι ὁ προϋπάρξας τοῦ κόσμου ἐν τῇ τοῦ θεοῦ ἐνθυμήσει, δι᾿ ὃν καὶ ὁ κόσμος εύτρεπίσθη, δηονότι καὶ τῶν τοῦ κόσμου φύσεων προϋπῆρξεν. ἴστωρ οὐν γενόμενος τῆς παρόδου τῶν φύσεων ὑπαριθμεῖ τὴν τάξιν αὐτῶν ὁ προγενέστερος αὐτῶν, ἡ σοφία, ἣν ἐξεῦρε τῇ συνέσει αὐτοῦ, ἣν ηὐτρέπισε τῷ ἀνθρώπῳ. τίς οὐν ὁ ταύτην τὴν σοφίαν προευτρεπίσας καὶ δεδωκὼς τῷ ἀνθρώπῳ, ἣ ὑφηγήσατο αὐτοῦ τὰς ἐνεργείας; ὅτι οὐκ ἄλλος ἀλλ’ ἢ πάντως ὁ κατασκευάσας τὴν γῆν εἰς τὸν αἰῶνα χρόνον, ὁ καὶ ἐμπλήσας αὐτὴν κτηνῶν τετραπόδων, ὁ καλέσας τὸ φῶς, καὶ ὑπήκουσεν αὐτῷ τρόμῳ· ὁ ἐπὶ γῆς ὀφθεὶς καὶ συναναστραφεὶς ἀνθρώποις«. τούτῳ κεκλήρωνται αἱ ἐνεργοὶ τῶν φύσεων πάροδοι· ὅτι δὲ εἰς τὸ πρόσωπον εἴρηται τῆς σοφίας οὐχὶ τοῦ υἱοῦ τοῦ θεοῦ τὸ »κύριος ἔκτισέ με«, ἀλλ᾿ ἢ τῆς λογιστικῆς σοφίας, τῆς ὑπ’ αὐτοῦ τοῦ κυρίου εὐτρεπισθείσης καὶ δοθείσης τῷ ἀνθρώπῳ, δι᾿ ὃν ὁ κόσμος ἐγένετο, σαφέστατα διὰ πάντων δέδεικται, ὅτι εἰς τὸ πρόσωπον εἴρηται τῆς λογιστικῆς σοφίας· βεβαιοῖ δὲ τὰ προειρημένα ὁ κύριος ἐν τῷ εὐαγγελίῳ λέγων »το σάββατον διὰ τὸν ἄνθρωπον ἐγένετο, οὐχ ὁ ἄνθρωπος διὰ τὸ σάββατον«, προσωποποιήσας τὸν κόσμον εἰς πρόσωπον τοῦ σαββάτου ἀντὶ τοῦ· ὁ κόσμος διὰ τὸν ἄνθρωπον, ἀλλ’ οὐχ ὁ ἄνθρωπος διὸ τὸν κόσμον.