Ancient Greek · ~6 min
17.34 to 17.39
Gelasius, Historia Ecclesiastica 17.34-39
Not analysed yet
Τοῦ δὲ ἀσεβοῦς Ἀρείου φθάοαντος εἰς τὴν Αἰλίαν τῇ τῶν ἐγκαινίων ἡμέρᾳ σὺν προθυμίᾳ πολλῇ, ἀκούσαντος μάλιστα ἀπολείπεσθαι τὸν Ἀανάσιον τῆς ἑορτῆς ἐκείνης, ἀσμένως ὑπὸ τῶν ὁμοφρόνων, λέγω δὴ τῶν περὶ Εὐσέβιον τὸν Νικομηδείας καὶ Πατρόφιλον τὸν Σκυθοπολίτην, ὑπεδέχθη. οἱ δὲ τῆς ὀρθῆς ἀντιποιούμενοι πίστεως, ἔδοντες τὸν Ἄρειον, ὡς μῦσος αὐτὸν ἀπεοτράφησαν καὶ τῆς ἐκκλησίας ἐξήλασαν καὶ τῆς ουνόδου διωχθῆναι προσἐτοξαν, ἐπὶ τῇ κατὰ Ἀλεξάνδρειαν αὐτοῦ ἀκουσθήσεσθαι συνόδῳ, ἐν ᾗ καὶ ἑάλω, ὁρισά- μενοι, καθά, φασί, καὶ ὁ φιλόχριστος ἡμῶν βασιλεὺς Κωνσταντῖνος ἐκἐλευσεν. Οὕτω δὴ τοῦ λυμεῶνος ἐκποδὼν γενομένου καὶ τῆς ἑορτῆς εἰρηνικωτάτης καὶ λαμπροτάτης γενομένης, ὁ πανεύφημος βασιλεὺς καὶ λίαν πιστότατος τὴν τῆς πανηγύρεως λαμπρότητα καὶ πολυτέλειαν μεμαθηκώς. θυμηδείας ὅτι μάλιστα πλείστης ἔμπλεως γέγονε καὶ τὸν τῶν ἀγαθῶν πρύτανιν ὑπερύμνησεν, ὅτι καὶ ταύτην αὐτῷ τὴν αἴτησιν δέδωκε. τῆς μὲν οὖν τῶν ἐγκαινίων ἑορτῆς οὕτως οὕτως τελεσθείσης, οἱ πλεῖστοι τῶν ἐπισκόπων ἐπὶ τὰς οἰκείας ἐπανῆλθον πατρίδας, ὅσοι μάλιστα τῇ ἐν Τύρῳ συνόσῳ γεγενημένῃ οὐ συνήδρευσαν. οἱ δὲ τῆς φρατρίας Εὐσεβίου τοῦ Νικομηδείας, ὅσοι σὺν αὐτῷ τὴν λώβην Ἀρείου εἰσεδέξαντο, σὺν αὐτῷ Εὐσεβίῳ καὶ τοῖς ἄλλοις ἐπισκόποις τὴν Τύρον κατειλήφασι, περιμένοντες ἐκεῖσε τοὺς ὁμόφρονας ἀπὸ τοῦ Μαρεώτου. Ἐν δὲ τῷ μεταξὺ φθάσας τὸ κομιάτων ὁ μέγας Ἀθανάσιος πρόσεισι τῷ εὐσεβεστάτῳ καὶ θεοφιλεστάιω̣ βασιλεῖ Κωνσταντίνῳ καὶ πᾶσαν τὴν κατ’ αὐτοῦ τολμηθεῖσαν ἐδίδαξε τραγωιδίαν. ὁ δὲ συμπαθέστατος καὶ χρηστότατος βασιλεὺς Κωνσταντῖνος ὑπεραλγήσας τὴν ψυχὴν ἐπὶ τοῖς κατὰ Ἀθανασίου τετολμημἐνοις καὶ κινηθεὶς ἐΠὶ τῇ