Ancient Greek · ~2 min
ΛΟΓΟΣ Γ, Chapter 17
Gelasius, Historia Ecclesiastica 17.40
Not analysed yet
κατ’ αὐτοῦ ἀδίκῳ γεγενημένῃ κρίσει, μετὰ δακρύων μάλιστα ἐξαιτοῦντος τοῦ Ἀθανασίου κληθῆναι τούς τε κατηγόρους καὶ τοὺς δικαστὰς καὶ ἐπὶ αὐτοῦ τοῦ εὐσεβοῦς βασιλέως ἀνανεώσασθαι τὴν κρίσιν, πέμπει τοῖς ἐν Τύρῳ ἀπὸ τῆς Αἰλίας ἀναζεύξασα γράμματα ὁ βασι- λεύς, σημαίνοντα πρὸς οὐτῶ μὲν εἶναι τὸν Ἀθανάσιον, οὐτοὺς δὲ ὡς τάχιστα φθάσαι εἰς τὴν Κωνσταντινούπολιν. τὰ δὲ γραφέντα ἐστὶ ταυτα· Ἐπιστολὴ τοῦ θεοφιλοῦς βασιλέως Κωνσταντίνου πρὸς τοὺς ἐν Τύρῳ ἀπὸ τῆς Αίλίας ἀναζεύξαντας ἐπισκόπους.